ΛΕΙΤΟΥΡΓΙΚΗ ΕΠΙΚΑΙΡΟΤΗΤΑ

Τα Εισόδια της Θεοτόκου

Απολυτίκιο
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον,
καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις.
Ἐν ναῷ τοῦ Θεοῦ, τρανῶς ἡ Παρθένος δείκνυται,
καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλεται.
Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν·
Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

Κάθισμα του όρθρου
Πρὸ συλλήψεως Ἁγνή, καθηγιάσθης τῷ Θεῷ,
καὶ τεχθεῖσα ἐπὶ γῆς, δῶρον προσήχθης νῦν αὐτῷ, ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν.
Τῷ θείῳ δὲ Ναῷ, ὡς θεῖος ὄντως ναός, ἐκ βρέφους καθαρῶς, μετὰ λαμπάδων φαιδρῶν,
ἀποδοθεῖσα ὤφθης δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου Φωτός.
Μεγάλη ὄντως, ἡ πρόοδος σου, μόνη Θεόνυμφε καὶ ἀειπάρθενε.

Δείτε τι εορτάζουμε Τα Εισόδια της Θεοτόκου
από την εξαιρετιική σελίδα Μέγας Συναξαριστής